Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.5 Joseph. AJ 15.11 (English) >>Joseph. AJ 15.17

15.9μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων Καππάδοξ λέγων οὕτως· “Ἀντώνιος δὲ Ἀντίγονον τὸν Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντʼ ἐκείνου καθεσταμένον Ἡρώδην· οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν· 15.10οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ πρώτου βασιλέως. τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώσειν τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς Ἡρώδην μῖσος.” ταῦτα μὲν Στράβων. 15.11

Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ· 15.12Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον. 15.13καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον. 15.14

Ὑρκανῷ δʼ ἀναχθέντι Φραάτης τῶν Πάρθων βασιλεὺς ἐπʼ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.5 Joseph. AJ 15.11 (English) >>Joseph. AJ 15.17

Powered by PhiloLogic